TLG 2631 001 :: MENOPHILUS :: Fragmentum MENOPHILUS Poeta Fragmentum fr. 558 Citation: Fragment — (line) | ||
558(t) | Πλοκαμῖδες | |
1 | Εὐρώπην Λιβύην τε καὶ Ἀσίδα πᾶσαν ἀμείψας θαύμασα μυρία καλὰ πολυπλαν〈ί〉ης ὑπὸ λυγρῆς, ἀλλ’ οὔπω τοιοῦτον ἴδον σέλας, οὐδ’ ἐν Ὀλύμπῳ αὐτοὺς ἀθανάτους 〈περ〉 ὀΐομαι ἶσον ἰδέσθαι, | |
---|---|---|
5 | οἷον ἄελπτον ἄπιστον ἐμὸν νόον ἥρπασε φάσμα καρτερόν, οὔ τι φατειόν· ὑπ’ ἀμφασίῃ δ’ ἀλεγεινῇ θυμὸς ἄδην πεπότητο, λύθεν δέ μοι ἅψεα πάντα ἐκ κεφαλῆς εἰς ἴχνος, ἀπώλετο δ’ Ἑλλὰς ἅπασα ἐκ στηθέων, καὶ πάντα χαμαὶ πέσεν, ὅσσα περ ἔτλην | |
10 | ὑγρῇ τε τραφερῇ τε κυλινδόμενος περὶ νόστον. τόσσον γὰρ περὶ θυμὸν ἀπείριτον ἵκετο θάμβος. μέλψαι δὲ μνήσειας ἀειθαλέας πλοκαμῖδας, οἵαις κυδιόωσαν ἀπ’ ὀλβίστων σε λοετρῶν φαιδρὴν εἶδον ἅπασαν ἐειδομένην Χαρίτεσσιν | 272 |
15 | ἐρχομέναις πρὸς Ὄλυμπον Ἀκιδαλίης ἀπὸ πηγῆς. | 273 |